Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.162 Dem. 20.165 (English) >>Dem. 20.167

20.164ἂν μὲν τοίνυν καταψηφίσησθε, ὥσπερ ἡμεῖς κελεύομεν, οἱ μὲν ἄξιοι παρʼ ὑμῶν τὰ δίκαιʼ ἕξουσιν, εἰ δέ τις ἔστʼ ἀνάξιος, ὡς ἔστω, πρὸς τῷ τὴν δωρειὰν ἀφαιρεθῆναι δίκην ἣν ἂν ὑμῖν δοκῇ δώσει κατὰ τὸν παρεισενηνεγμένον νόμον· δὲ πόλις πιστή, δικαία, πρὸς ἅπαντας ἀψευδὴς φανήσεται. ἐὰν δʼ ἀποψηφίσησθε, μὴ ποιήσαιτε, οἱ μὲν χρηστοὶ διὰ τοὺς φαύλους ἀδικήσονται, οἱ δʼ ἀνάξιοι συμφορᾶς ἑτέροις αἴτιοι γενήσονται, δίκην δʼ οὐδʼ ἡντινοῦν αὐτοὶ δώσουσιν, δὲ πόλις τἀναντίʼ ὧν εἶπον ἀρτίως, δόξει ἄπιστος, φθονερά, φαύλη παρὰ πᾶσιν εἶναι. 20.165οὔκουν ἄξιον, ἄνδρες Ἀθηναῖοι, τοσαύτην βλασφημίαν ἀντὶ καλῶν καὶ προσηκόντων ὑμῖν ἀγαθῶν ἑλέσθαι. καὶ γὰρ ἕκαστος ὑμῶν ἰδίᾳ μεθέξει τῆς δόξης τῶν κοινῇ γνωσθέντων. οὐ γὰρ ἀγνοεῖ τοῦτʼ οὐδεὶς οὔτε τῶν περιεστηκότων οὔτε τῶν ἄλλων, ὅτι ἐν μὲν τῷ δικαστηρίῳ Λεπτίνης πρὸς ἡμᾶς ἀγωνίζεται, ἐν δὲ τῇ τῶν καθημένων ὑμῶν ἑνὸς ἑκάστου γνώμῃ φιλανθρωπία πρὸς φθόνον καὶ δικαιοσύνη πρὸς κακίαν καὶ πάντα τὰ χρηστὰ πρὸς τὰ πονηρότατʼ ἀντιτάττεται. 20.166ὧν τοῖς βελτίοσι πειθόμενοι καὶ κατὰ ταὔθʼ ἡμῖν θέμενοι τὴν ψῆφον, αὐτοί θʼ προσήκει δόξετʼ ἐγνωκέναι, καὶ τῇ πόλει τὰ κράτιστʼ ἔσεσθʼ ἐψηφισμένοι, κἄν τις ἄρʼ ἔλθῃ ποτὲ καιρός, οὐκ ἀπορήσετε τῶν ἐθελησόντων ὑπὲρ ὑμῶν κινδυνεύειν. ὑπὲρ οὖν τούτων ἁπάντων οἶμαι δεῖν ὑμᾶς σπουδάζειν καὶ προσέχειν τὸν νοῦν, ὅπως μὴ βιασθῆθʼ ἁμαρτάνειν. πολλὰ γὰρ ὑμεῖς, ἄνδρες Ἀθηναῖοι, πολλάκις οὐκ ἐδιδάχθηθʼ ὡς ἔστι δίκαια, ἀλλʼ ἀφῃρέθηθʼ ὑπὸ τῆς τῶν λεγόντων κραυγῆς καὶ βίας καὶ ἀναισχυντίας.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.162 Dem. 20.165 (English) >>Dem. 20.167

Powered by PhiloLogic